Πέμπτη 23 Απριλίου 2015

Χαιρετισμοί στον Άγιο Γεώργιο τον Μεγαλομάρτυρα και Τροπαιοφόρο

Χαῖρε, Μάρτυς Γεώργιε.

Χάριν θείαν πλουτήσας, ὦ Γεώργιε μάκαρ, ὁ μέγιστος ἡμῶν ἀντιλήπτωρ, Χριστῷ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν προσκυνούντων οἶκόν σου σεπτὸν Ἅγιε, ποιεῖν Αὐτοῦ τὸ θέλημα ἐν φόβῳ πάντοτε, ἵνα κράξωμεν οὕτως·
Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν ὕμνον, ἐν ἁγίῳ ναῷ σοῦ, Γεώργιε, βοῶμέν σοι πάντες· τῷ Θεῷ μὴ παύσῃ τοῦ αἰτεῖν τῶν πταισμάτων ἄφεσιν, μετάνοιαν, εἰρήνην τε σοῖς δούλους, τοῖς βοῶσί σοι, μεγαλομάρτυς·

Χαῖρε, ὁ ἄρχων Καππαδοκίας·
χαῖρε, ὁ μύστης τῆς θεαρχίας.
Χαῖρε, τῶν ἐν Ἄθῳ μονῶν προϊστάμενος·
χαῖρε, τῶν ἐν θλίψει ἀεὶ παριστάμενος.
Χαῖρε, ἄνω σὺν Δημητρίῳ παραστάτης τοῦ Χριστοῦ·
χαῖρε, κάτω τῶν δυνάμεων ὁ προστάτης τοῦ στρατοῦ.
Χαῖρε, ὑπὲρ τῶν ὅλων τῷ Θεῷ ἱκετεύων·
χαῖρε, ὁ τῶν σῶν δούλων ἐκτενῶς προστατεύων.
Χαῖρε, ἁγίων ὁ προφιλέστερος·
χαῖρε, Μαρτύρων ὁ ἐνδοξότερος.
Χαῖρε, τῶν στρατευομένων ὁ γενναῖος προστάτης·
χαῖρε, φωτὸς τρισηλίου ὁ ἐνθεώτατος λάτρης·
Χαῖρε, Μάρτυς Γεώργιε.

Ὦ Γεώργιε Μάρτυς, πρωτοστράτηγε τοῦ Βασιλέως Χριστοῦ καὶ δόξα στρατοῦ σου· (γ ́) προσδεξάμενος τὴν προσφορὰν ἡμῶν, ἐκ παντοίων ῥῦσαι κινδύνων τοὺς ὑμνοῦντάς σε καὶ ἐκ πάσης ἀνομίας, τοὺς Θεῷ βοῶντας·
Ἀλληλούϊα.

Καὶ πάλιν τὸ Κοντάκιον
Ὡς τοῦ Χριστοῦ Μεγαλομάρτυρα παμμέγιστον, καὶ τῆς Παρθένου κατὰ πάντα φίλον γνήσιον, ἀνυμνοῦμέν σε, Γεώργιε στρατηλάτα. ἀλλ’ ὡς ἔχων ἐξ αὐτῆς τοῦ Ὄρους ἅπασαν προστασίαν καὶ ἡμᾶς ἀεὶ περίσωζε τοὺς βοῶντάς σοι·
Χαίροις Μάρτυς Γεώργιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου